Provérbios 24

grclxx (GRCLXX) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 ΥΙΕ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
1 Não tenhas inveja dos homens malignos, nem queiras estar com eles,
2 ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
2 porque o seu coração maquina violência, e os seus lábios falam para o mal.
3 μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται.
3 Com a sabedoria edifica-se a casa, e com a inteligência ela se firma;
4 μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
4 pelo conhecimento se encherão as câmaras de toda sorte de bens, preciosos e deleitáveis.
5 κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
5 Mais poder tem o sábio do que o forte, e o homem de conhecimento, mais do que o robusto.
6 μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
6 Com medidas de prudência farás a guerra; na multidão de conselheiros está a vitória.
7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
7 A sabedoria é alta demais para o insensato; no juízo, a sua boca não terá palavra.
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος,
8 Ao que cuida em fazer o mal, mestre de intrigas lhe chamarão.
9 ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ
9 Os desígnios do insensato são pecado, e o escarnecedor é abominável aos homens.
10 ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
10 Se te mostras fraco no dia da angústia, a tua força é pequena.
11 ρῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·
11 Livra os que estão sendo levados para a morte e salva os que cambaleiam indo para serem mortos.
12 ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
12 Se disseres: Não o soubemos, não o perceberá aquele que pesa os corações? Não o saberá aquele que atenta para a tua alma? E não pagará ele ao homem segundo as suas obras?
13 φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·
13 Filho meu, saboreia o mel, porque é saudável, e o favo, porque é doce ao teu paladar.
14 οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
14 Então, sabe que assim é a sabedoria para a tua alma; se a achares, haverá bom futuro, e não será frustrada a tua esperança.
15 μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
15 Não te ponhas de emboscada, ó perverso, contra a habitação do justo, nem assoles o lugar do seu repouso,
16 ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
16 porque sete vezes cairá o justo e se levantará; mas os perversos são derribados pela calamidade.
17 ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
17 Quando cair o teu inimigo, não te alegres, e não se regozije o teu coração quando ele tropeçar;
18 ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.
18 para que o Senhor não veja isso, e lhe desagrade, e desvie dele a sua ira.
19 μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·
19 Não te aflijas por causa dos malfeitores, nem tenhas inveja dos perversos,
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
20 porque o maligno não terá bom futuro, e a lâmpada dos perversos se apagará.
21 φοβοῦ τὸν Θεόν, υἱέ, καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
21 Teme ao Senhor , filho meu, e ao rei e não te associes com os revoltosos.
22 ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
22 Porque de repente levantará a sua perdição, e a ruína que virá daqueles dois, quem a conhecerá?
23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
23 São também estes provérbios dos sábios. Parcialidade no julgar não é bom.
24 ὁ εἰπὼν τὸν ἀσεβῆ· δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
24 O que disser ao perverso: Tu és justo; pelo povo será maldito e detestado pelas nações.
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπ᾿ αὐτοὺς δὲ ἥξει εὐλογία·
25 Mas os que o repreenderem se acharão bem, e sobre eles virão grandes bênçãos.
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
26 Como beijo nos lábios, é a resposta com palavras retas.
27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκον σου.
27 Cuida dos teus negócios lá fora, apronta a lavoura no campo e, depois, edifica a tua casa.
28 μή ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι.
28 Não sejas testemunha sem causa contra o teu próximo, nem o enganes com os teus lábios.
29 μὴ εἴπῃς· ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
29 Não digas: Como ele me fez a mim, assim lhe farei a ele; pagarei a cada um segundo a sua obra.
30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
30 Passei pelo campo do preguiçoso e junto à vinha do homem falto de entendimento;
31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
31 eis que tudo estava cheio de espinhos, a sua superfície, coberta de urtigas, e o seu muro de pedra, em ruínas.
32 ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν,
32 Tendo-o visto, considerei; vi e recebi a instrução.
33 ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη·
33 Um pouco para dormir, um pouco para tosquenejar, um pouco para encruzar os braços em repouso,
34 ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. 15 Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν· ἱκανόν. 16 ᾅδης καὶ ἔρως γυναικὸς καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν· ἀρκεῖ· 17 ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. 18 τρία δέ ἐστι ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· 19 ἴχνη ἀετοῦ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. 20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον. 21 διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· 22 ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων 23 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. 24 τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· 25 οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν· 26 καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· 27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ στρατεύει ἀφ᾿ ἑνὸς κελεύσματος εὐτάκτως· 28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικεῖ ἐν ὀχυρώμασι βασιλέως. 29 τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται, καὶ τέταρτον, ὃ καλῶς διαβαίνει· 30 σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος, 31 καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. 32 ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ. 33 ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. 1 Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ. 2 τί, τέκνον, τηρήσεις; τί; ρήσεις Θεοῦ. πρωτογενές, σοὶ λέγω, υἱέ· τί τέκνον ἐμῆς κοιλίας; τί τέκνον ἐμῶν εὐχῶν; 3 μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν. 4 μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει· οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν, 5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. 6 δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, 7 ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. 8 ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. 9 ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.
34 assim sobrevirá a tua pobreza como um ladrão, e a tua necessidade, como um homem armado.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.