1 Coríntios 13

Text-Critical Greek NT (GRC_TCG)

1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

2 Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν,καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρημεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω,οὐθέν εἰμι.

3 Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνακαυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ·ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,

5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,

6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,συγχαίρει δὲ τῇ ἀληθείᾳ,

7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

8 Ἡ ἀγάπη οὐδέποτεἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.

9 Ἐκ μέρουςδὲγινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν·

10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον,τότε τὸ ἐκ μέρους καταργηθήσεται.

11 Ὅτε ἤμην νήπιος,ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτεδὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.

12 Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτιγινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.

13 Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.