1 Pedro 5

Text-Critical Greek NT (GRC_TCG)

1 Πρεσβυτέρουςτοὺς ἐν ὑμῖν παρακαλῶ ὁσυμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·

2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,ἐπισκοποῦντες μὴ ἀναγκαστῶς,ἀλλ᾽ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·

3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.

4 Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοιςὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,

7 πᾶσαν τὴν μέριμναν ὑμῶνἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλειπερὶ ὑμῶν.

8 Νήψατε,γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,περιπατεῖ ζητῶντινα καταπιεῖν·

9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐνκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.

10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσαςὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ΧριστῷἸησοῦ, ὀλίγον παθόντας αὐτὸςκαταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.

11 Αὐτῷἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀμήν.

12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣνἑστήκατε.

13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.

14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν ΧριστῷἸησοῦ.Ἀμήν.

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Pedro 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.