1 Coríntios 3

Text-Critical Greek NT (GRC_TCG)

1 Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθηνὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡςσαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.

2 Γάλα ὑμᾶς ἐπότισα,καὶ οὐ βρῶμα· οὔπω γὰρἐδύνασθε, ἀλλ᾽οὔτε ἔτι νῦν δύνασθε·

3 ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔριςκαὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

4 Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ,οὐχὶ σαρκικοί ἐστε;

5 Τίς οὖν ἐστιΠαῦλος, τίς δὲ Ἀπολλώς,ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;

6 Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν,ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν.

7 Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός.

8 Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸνλήψεται κατὰ τὸν ἴδιον κόπον.

9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.

10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιοντέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.

11 Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἸησοῦςΧριστός.

12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιοντοῦτονχρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,

13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρδοκιμάσει.

14 Εἴ τινος τὸ ἔργονμένει ὃἐποικοδόμησε, μισθὸνλήψεται.

15 Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.

16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦοἰκεῖ ἐν ὑμῖν;

17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.

19 Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.

20 Καὶ πάλιν, Κύριοςγινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.

21 Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,

22 εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶνἐστιν,

23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.