1 Coríntios 10

Text-Critical Greek NT (GRC_TCG)

1 Οὐ θέλωδὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,

2 καὶ πάντες εἰς τὸνΜωϋσῆνἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,

3 καὶ πάντες τὸ αὐτὸβρῶμα πνευματικὸν ἔφαγον,

4 καὶ πάντες τὸ αὐτὸπόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡδὲ πέτρα ἦν ὁ Χριστός.

5 Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶνεὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

7 Μηδὲ εἰδωλολάτραιγίνεσθε, καθώς τινες αὐτῶν·ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶπιεῖν, καὶ ἀνέστησαν παίζειν.

8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶἔπεσονἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.

9 Μηδὲ ἐκπειράζωμεν τὸνΧριστόν, καθὼςκαί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεωνἀπώλοντο.

10 Μηδὲ γογγύζετε,καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

11 Ταῦτα δὲπάντατύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνωνκατήντησεν.

12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.

13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος·πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαιὑμᾶς ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆςεἰδωλολατρείας.

15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.

16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνίατοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;

17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα·οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;

19 Τί οὖν φημι; Ὅτιεἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;

20 Ἀλλ᾽ ὅτι ἃθύει τὰ ἔθνη, δαιμονίοιςθύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίωνγίνεσθαι.

21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.

22 Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 Πάνταμοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάνταμοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.

24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρουἕκαστος.

25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

26 Τοῦγὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

27 Εἰδέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.

28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτοεἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

30 Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

32 Ἀπρόσκοποιγίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·

33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦσυμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.